Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα [*](ΧΧΧ I om ταδε Β om ταδε λεγει Κυριος 22 al. om και 1° MSS exc προσθειναι] pr του 22 al. αμαρτιαις εφ αμαρτιαις Α* αμαρτιας εφ αμαρτιας Β al. 3 om η Β al. 5 om ουτε 1° ℵ* EV 36 pl. om ουτε ωφελειαν ℵ*B pl. 6 om εν ° BQ pl. om πετομενων B*. om εις βοηθ....ονειδος Β al. 8 ταυτα καιρω Β. εις τον αιωνα] pr εως ℵΒQ pl. (om εις 62 147). 10 ημιν °]+oρθως 22 al. λαλειτε °]+λαλια 36 λαλιαν 22 62 λεια 93vid. 11 το λογιον] τον αγιον του αγιου 22 24 al. 12 ουτως] ταδε ℵ*B pl. om Κυριος Β al. 13 πολεως] οχυρας MSS exc A.)

47
ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾦ ἀποσυρεῖς ὕδωρ μικρόν.

οὕτως λέγει Κύριος ὃ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη.

καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλὰ εἴπατε Ἐφ’ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὸ, τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

καὶ διὰ φωνὴν ἐνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἄν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὅρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

καὶ πάλιν μενεῖ ὃ θεὸς τοῦ οἱκτεικριτὴς ρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι Κύριος ὃ θεὸς ἡμῶν ἐστιν· καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.

Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.

καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἶ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,

καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λήγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.

καὶ ἐξαρεῖς τὰ εἴδωλα τὸ. περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.