Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξῆγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

κἵλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.

οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν [*](8 κατέβη 1⁰] + ο ηλιος U+05D0AQΓ | τους δεκα (1⁰)] ι (sic) U+05D0* (τ. δεκα U+05D0c.a) | U+05D0AQΓ om ο ηλιος (1°) U+05D0AQΓ | δεκα 2⁰, 3⁰] ι΄ U+05D0| η σκια sub Q 9 προσευχη] pr ωδη A Ιουδαιας] Ιουδα U+05D0* οι γ΄ Ιουδα U+05D0mg της Ιουδαιας U+05D0c.a (postea rurs Ιουδα) AQΓ 10 εν 2⁰] pr πορευσομαι U+05D0c.a (improb U+05D0c.b postea revoc) Qmg (sub ??) Γ | αδου] + καταβησομαι Q | επιλοιπα] + μου U+05D0 11 μη 10 3°] pr ου U+05D0c.a A ιδω] ειδω Q (1⁰, 3°) Γ (1°) γης 1°] pr της U+05D0c.b AQ | om ζωντων....επι γης (2°) U+05D0AQ)* (hab σ΄ ?? ζωντων Qmg) | ανθρωπον] + θ΄ ?? ετι μετα κατοικουντω Qᵐᵍ 11—12 [ανθρω]πον… εξηλθεν] pr obelos Bᵃ (non inst Bᵇ) 12 om εξελιπεν U+05D0AQtxt Γ (hab εξελειπον Qmg dextr εξελειπεν α΄ κατεπαυσατο θ΄ εξελειπεν Qmg sinistr) | εκ της συγγενιας (-νειας BᵃᵇAQᵃΓ) μου] c antecedd coniung U+05D0AQ α΄ γενεα μ. θ΄ η γενεα μ. Qmg om εκ Γ | κατελιπον] κατελειπον AQᵃ (postea rurs λιπ.) Γ | επιλοιπον] λοιπον AQΓ καταλυων σκηνην U+05D0AQΓ το πνα μου παρ εμοι εγ. ως ιστος U+05D0AQΓ ερειθου B* (εριθ. Bᵇ) εριζου A 13 συνετριψεν (συτρ. B* συνετρ. Bᵃᵇ)] pr ουτως Bᵃᵇmg pr ουτως τα οστα μου U+05D0AQ* pr ουτως παντα τα ο. μ. Qmg et (sine ουτως) Γvid | om παντα τα οστα μου U+05D0AQΓ | νυκτος] pr της U+05D0AQΓ 14 περιστερα] pr η Γ | μελετω] μελετησω B* fort (ω εξ sup ras Bᵃᵇ) U+05D0AQΓ | εξελιπον] εξελειπον AQa (postea revoc λιπ.) Γ | om μου U+05D0post c.b οφθαλμοι] + μου U+05D0* (improb U+05D0c.a, c.b | postea revoc) Γ | εξειλετο Qa | αφειλετο Qa om μου 2⁰) Q* (hab Q1 vid mg) | ψυχης] ψυχ sup ras Q? 16 Κυριε] pr θ΄ ?? αυτω ӄ αυτος εποιησεν καθοδηγησιν παντας ενιαυτους μου επι πικρια ψυχης μου Qᵐᵍ 17 ειλου (ιδ. U+05D0* ιλ. U+05D0c.a)] pr ιδου γαρ εις ερηνην πικριας μου U+05D0c.a (rurs ras) pr θ΄ ?? ιδου εις ειρηνη πικρια μοι Qmg | απερριψας B?Qa | αμαρτιας] +μου U+05D0Aᵃ? QΓ 18 ου γαρ…σε (2⁰)] των αλλων εκδοσεων· ουδε γαρ ο αδης αινεσει σε ουδε ο θανατος ευλσγησει σε Qmg)

172
[*](B) σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

θιὲ τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.

καὶ εἶπεν Ἑζεκίας Τοῦτο σημεῖον πρὸς Ἑζεκίαν ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ.