Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.

τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο·

ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν [*](U+05D0AOQΓ) [*](36 ογδοηκοντα] pr και U+05D0cA | χιλιαδες (-δας U+05D0?) ανασταντες] εξανασταντες U+05D0AQ | το πρωι] om το U+05D0O 37 αποστραφεις απηλθεν U+05D0AOvidQ + ?? και απεστρεψε Qmg Σενναχηρειμ (Ενν. U+05D0* Σενν. U+05D01 vel certe a.b) ] om AQtxt (hab sub ?? Qmg) 38 προσκυνειν αυτον O τω οικω (-κωκω U+05D0*)] om τω A | Νασαραχ] Ασαρακ U+05D0 Ασαραχ AOQ | τ. πατρ. αυτου sub ?? Q | παταρχον B* (πατρ. Bᵃᵇ) πατριαρχον Q* (πατρ. Qa) Ανδραμ. U+05D0* | Σαρασα U+05D0AQ οι υιοι] om οι A | μαχερας U+05D0* (-ραις U+05D0c) διεσωθησαν] εσωθησαν O | Αρμενειαν A | Ασορδαν] Ναχορδαν U+05D0* Qᵐᵍ (Ασ. U+05D0c.bQ*) Αχορδαν O XXXVIII 1 εγενετο δε] και εγ. O | in εως θαν desinit υιος] pr ο U+05D0 | αποθνησκεις (-θνκις U+05D0*) γαρ] οτι αποθν. A 2 προς 1⁰] εις U+05D0* (πρ. U+05D0c.b) προσευξατο (προσ|ευξ. B* προ|σ. B?)] προσηυξατο BᵃᵇU+05D0AQΓ 3 λεγων] + οι γ΄ ?? ω δη κε Qᵐᵍ μνησθητι] + δη Qᵐᵍ om Κυριε Qᵃᵛⁱᵈ | αληθιας U+05D0 | εν καρδια] pr και U+05D0 | εποιησα sup ras pl litt Aᵃ (bis scr ενωπιον σου A*) | κλαθμω Γ 4 Ησαιαν] + υιον Αμως Γ 5 πορευθητι] πορευου A | Εζεκια] προς Εζεκιαν A | της προσευχης] pr της φωνης ??AQΓ | ιδον U+05D0AΓ δεκα πεντε] ιε΄ U+05D0 6 βασιλεων U+05D0 | ρυσομαι σε] σωσω σε U+05D0AQ (superscr θ΄ Q?) Γ οι ο΄ ρ. σε σ΄ εξελουμαι σε α΄ ομοιως τοις ο΄ Qmg | om και την πολιν ταυτην U+05D0AQ (?? κ τ. πολιν ταυτην Qmg) υπερ της πολεως ταυτης υπερασπιω U+05D0AQΓ 7 τουτουτο B* (τουτο Bᵇ) | ο θς ποιησει U+05D0 (-σι) AQΓ | τουτο 2⁰] + ο ελαλησε Qᵐᵍ 8 ιδου...σκιαν] pr ?? θ΄ Q? | om εγω AQΓ στρεφω B* ᵇ] στρεψω Ba)

171
οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, [*](B) ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά.

Προσευχὴ Ἑζεκίου βασιλέως Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ

  • τῆς μαλακίας αὐτοῦ.
  • Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.

    εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.

    ἐξέλιπεν ἐκ τῆς συγγενίας μου, κατέλιπον τὸ ἐπί λοιπον τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

    ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι. συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.