Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδὰν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.

καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ ἦλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Ἠσαίας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

καὶ κἶπεν Ἠσαίας αὐτῷ Ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ

Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ [*](U+05D0AQΓ) [*](18 οι εν αδου] om οι U+05D0* (hab U+05D0c.ᵃ) | οι εν αδου…σου] σ΄ οι καταβαινοντες εις λακκο την αληθειαν σου Qmᵍ 19 α αναγγελουσιν] ӄ τουτο αναγγειλαι Qᵐᵍ | om α ut vid U+05D0* (hab U+05D0?(ᵐᵍ)) | post αναγγ. incep η U+05D0* vid 20 θεε] κε U+05D0AQΓ | του θεου] pr κυ Γ 21 Ησαιας] + ο προφητης U+05D0* (improb U+05D0c. ᵇ postea restit) | προς Εζεκιαν] adnot ου κ΄ π΄ εβρ΄ Bᵃ ᵐᵍ om εκ U+05D0 | καταπλασαι] + ?? επι το ελκος Qᵐᵍ 22 σημειον] pr το U+05D0AQΓ | om προς Εζεκιαν U+05D0AQΓ | του θεου] pr κῡ U+05D0c.b AQ XXXIX 1 Μαρωδαχ] Μαιωδαχ U+05D0Q* (Μερ. Qmᵍ) | om Βαλαδαν 1° U+05D0AQ* (hab sub ?? Qᵐᵍ) Γ | ο υιος] om ο Q | Βαλαδαν 2°] Λααδαν U+05D0AQ | κ. πρεσβεις sub ?? Q | δωρα] + Εζεκια Bab(mg)U+05D0AQΓ 2 Εζεκιας 1°] + καραν μεγαλην U+05D0AQΓ | νεχωτα ??* (-θα ??c.a, c.ᵇ) α΄σ΄ των αρωματων Qmg | om και του αργ. και του χρυσιου ??AQΓ | τηστακτης U+05D0* (της στ. U+05D0c.b) | μυρου] και του αργ. και του χρυσιου U+05D0AQΓ | σκευων] pr θησαυρων· U+05D0* (improb U+05D0c.a, c.b) | εδεξεν 2°] + αυτοις U+05D0c.a (rurs ras) A | αυτου 2°] + ?? ӄ εν παση τη εξουσια αυτου Qᵐᵍ 3—4 [Βαβυ|λωνος και ειπεν Ησα[ιας)] pr obel Bᵃ (non inst Bᵇ) 4 ειδοσαν 1°] ιδοσαν U+05D0 ιδον A | ειδοσαν 2°] ιδοσαν A | οικω μου ο sup ras Bᵃᵇ nisi pot 1 | ειδοσαν 3°] ιδοσαν U+05D0Γ 5 αυτω Ησαιας U+05D0AQ om αυτω Γ 6 ερχονται] + λεγει κς A | ληψονται Q (item 7) | om ουδεν A)

173
μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς

ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν [*](B) γεννήσεις λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.

καὶ εἶπεν Ἑζεκίας Ἠσαίᾳ Ἀγαθὸς λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.