Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσιν θυσίας μοι.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὃτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.

καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳὺν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου ¹³οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

Καῖρε, θύγατερ Σειών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἰερουσαλήμ.

περιεῖλεν Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.