Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.

ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδέ κατοικεῖν.

εἶπα Πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπʼ αὐτήν· ἑτοιμάζου ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.

[*](13 απολει] απολω U+05D0c.b (postea λι) QΓ | θησει] θησω U+05D0c.b (postea -σι) Γ | U+05D0AQΓ Νινευην U+05D0* αφανσμο U+05D0 14 νεμησονται] νεμηθησονται Γ |χαμαλεοντες U+05D0* (χαμαιλ. U+05D0c.a χαμελ. U+05D0c.b (vid)) | εχιδνοι Q* (εχινοι Qᵃ) | φατμωμασιν B* (φατν. Bᵇ) | κοιτασσθησονται U+05D0* | διωρυγμασιν U+05D0 | om κορακες εν τοις πυλ. αυτης U+05D0* (hab U+05D0c.a) | αναστημα (-στεμα AQᵃΓ*)] ανταλλαγμα Q* III 1 επ] εν Q* (superscr π Qᵃ ᵛⁱᵈ) | εστι Qᵃ | διαπορευομενος] παραπορ. AΓ πορ. Q | δι] δια U+05D0 | κινησει] seq ras pl litt in A 2 απολελυτρωμενη] λελυτρ. U+05D0? (postea απολ.) | εισηκουσε Qᵃ | παιδιαν (-δειαν Bᵃ?ᵇ QΓ)] παιδιας U+05D0* (-διαν U+05D0c.a, c.ᵈ) | επεποιθει] επεποθει U+05D0* (-ποιθ. U+05D0c.b) επεποιθησεν AQΓ | ηγγικεν Q 3 λεοντες] incep λο U+05D0* (λε. U+05D01? c.ᵇ) | Αραβειας A | υπελιποντο (-λειπ. AQΓ)] ιπελιφθησαν (sic) U+05D0* (υπελιπ. U+05D0c.a(vid), c.b) 4 αυτης 2⁰] αυτων Γ | βεβηλουσι Qᵃ | om τα αγια και ασεβ. U+05D0* (hab U+05D0c.a) | ασεβουσι Qᵃ 5 ποιησει Γ* (-ση Γᵃ) | κριμα] pr το AQΓ | om εις φως. . . εν απαιτησει AQ | ενω U+05D0* (εγν. U+05D01 (vid) c.a, c.b) | νεικος Bᵃᵇ 6 διαφθορα] καταφθορα U+05D0* (διαηφθ. U+05D0c.b postea καταηφθ.) | αυτων 2⁰] αυτου Q* (-των Qᵃ) | εξελειπον AQ* (-λιπον QᵃΓᵃ) Γ* | πολις B*U+05D0* (-λεις BᵃᵇU+05D0c.b) | παρα] δια U+05D0c.b AΓ 7 πειδιαν U+05D0* πεδ. U+05D0¹ παιδ. U+05D0c.a A | εξολεθρευθηται U+05D0* εξολεθρευθη U+05D0c.b εξολε- θρευθητε AQΓ | πανια] pr δια Qᵇ? | εξεδικησα] εκδικησα A ετοιμαζου] ετοι- μαζωνου U+05D0* (-ζου U+05D01c.a, c.b) | εφθαρται] διεφθαρται U+05D0c.a AQ | επιφυλις Γ*)
68
[*](B)

Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπʼ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ.

ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι [*](¶ Γ) πάντας ¶ τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.