Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἰερουσαλήμ Θάρσει, Σειών, μὴ παρείσθωσαν αἱ χεῖρές σου.

Κύριος ὁ θεός σου ἐν σοί, ὁ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σέ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.

καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπʼ αὐτὴν ὀνειδισμόν;

[*](U+05D0AQΓ)[*](8 πασον] pr vid την οργην μου U+05D0c.b (ᵛⁱᵈ) (postea ras) | διοτι 2⁰] οτι A | ζηλους] του ζηλου Bᵃᵇ A ζηλου U+05D0Γ 9 μεταστρψω (sic) U+05D0 (ω rescr U+05D0¹) | γλωσαν U+05D0* (-σσαν U+05D0c.a) | γενεαν αυτης] γενεας αυτων A | παν | . . . Γ | ζυγιον Q* (-γον Qᵃ) 10 Εθιοπιας U+05D0* (Αιθ. U+05D0c.a, c.ᵇ) | προσδεξομαι] + τους ικετευοντας με των εσπαρμενων U+05D0c.a (vid) (postea rae) | om προσδεξομαι εν διεσπ. μου AQ | διεσπασμενοις U+05D0* (διεσπαρσμ. [sic] U+05D0c.ᵃ)| οισουσι Qa | μοι] μου incep U+05D0* (μοι U+05D01 et postea) 11 επιτηδευματων] βδελυγματων) Q 12 υπολειψομαι] υπολιψωμαι U+05D0* (-ψομαι U+05D0c.b) | πραυν] πολυν A | Κυριου] pr του A 13 και ου (2⁰)] ουδε μη AQ | λαλησουσι AQa | τω στοματι] om τω A | σαυτων (sic) A | νεμησονται] νομ incep U+05D0* (νεμ. U+05D0¹) 14 θυγατερ] θυγατηρ U+05D0* (-τερ U+05D0c.b) ter: item Q (1⁰ et 2⁰) | Σιων BᵇU+05D0AQa: item 16 | κατατερπου] τερπου (κατατ. U+05D0c.a, c.b) 15 περιειλε Qᵃ | λελυτρωται σε] λελυτρωσε U+05D0* (-ται σε U+05D0c.ᵃ) βασιλευς Ισραηλ] βασιλευσει U+05D0c.a (vid), c.b A | Κυ- ριος 2⁰] pr ο AQ | ουκ] pr και A 16 παρησθωσαν U+05D0* (παρισθ. U+05D0?) 17 ο δυνατος] om ο U+05D0c.b AQ | αγαπησει] ευφροσυνη U+05D0* (αγαπησι U+05D0c.a, c.b) | ευφρανθησεται] ευφρανι σε U+05D0* (-νθησεται U+05D0c.a) | σε 4º] σοι A 18 συν- τετριμμενους] + σου AQ | ον. επ αυτην U+05D0c (postea επ αυτ. ον.) AQ)
69

ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, [*](B) λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.

καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέξομαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ στρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.