Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καθαρίσει ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις
  1. ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων·
  1. καὶ τίνι ἀφήσει ἁμαρτίας, εἰ μὴ τοῖς ἡμαρτηκόσι
  1. δικαίους εὐλογήσεις, καὶ οὐκ εὐθυνεῖς περὶ ἱὡν ἡμάρτοσαν,
  2. καὶ ὴ χρηστότης σου περὶ ἁμαρτάνοντας ἐν μεταμελεία.
  1. καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός σου ὃν ἠγάπησας·
  2. ἴδε καὶ οἰκτείρησον, ὁ θεὸς Ἰσραήλ, ὅτι σοί ἐσμεν·
  3. καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφʼ ἡμῶν,
  4. ἴνα μὴ ἐπιθῶνται ἡμῖν.
  1. ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Ἀβραάμ παρά πάντα τὸ ἔθνη,
  1. καὶ δοῦ τὸ ὄνομά σου ἐφʼ ἡμᾶς, Κύριε·
  2. καὶ οὐ καταπαύσεις τὸν αίῶνα.
  1. ἐυ διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,
  2. καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν.
  1. τοῦ κυρίου ἐλεημοσύνη ἡ ἐπʼ οἶκον Ἰσραὴλ
  2. εἰς τὸν αἰῶνα καὶ ἔτι