Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ζυα δικαιωθῇῆς, ὁ θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις
- ἡμῶν·
- ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πντας τοὺς λαοὺς τῆς γῆς.
- οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεως σου πᾶς ποιῶν ἄδικα.
- καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν. σου, Κύριε·
- καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεως σου, ὁ θεός
- τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν.
- τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἔργοις χειρῶν ἡμῶν.
- καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων·
777
- ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὐτῷ παρά Κυρίῳ, [*](r)
- καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸὶ αἵτιος τῆς ψυχῆς ἐν ἀπωλεία.
- τὰ γὰρ κρίματα Κυρίου ἐν δικαιοσύνῃ κατʼ ἄνδρα καὶ οἶκον.
- τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον