Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ
  2. καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι,
  3. καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι.
  1. ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται·
  2. χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν.
  1. ὀρθώσει γὰρ ὁδοὺς δικαίων,
  2. καὶ οὐ διαπρέψει ἐν παιδείᾳ.
  1. καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείg.
  2. καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει·
[*](9 εαυτω chiimpv αδικα hmpv 11 χρηστευσει cl χρησιμεύσει i chilmpv 12 εξηγοριαις chlmpv 13 παντων i 14 αφεσει r ημαρτηκοσιν l 15 ημαρτον chilmpv 16 om σου 1⁰ cltilmpv οικτειρον chilmpv ελεον chilmpv 18 καταπαυσει cil καταπαυσῃ |hmpv τον αιωνα] pr εις chilmpv 20 ελεημοσυνη] pr η hilmpv επι chilmpv Χ εν υμνοις] υμνος chilpv |τω Σαλομων chilpv + ψαλμος ί i (doest tit in m) 1 καθαρισθηναι] pr και chlmpv 2 om και chilmpv om γαρ cl υπομενουσι chilmpv 3 δια- πρεψει] διαστρεψει chilmpv 4 μνησθεται chilmpv)
778
[*](r)
  1. ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου,
  2. ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ.
  1. ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα,
  2. καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ.
  1. καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ,
  2. καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ.
  1. ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα,
  2. καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου.
  1. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον.