Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς,
- ἡ γλῶσσα ψευδὴς ἐν συναλλάγματι ρεθʼ ὅρκου.
770
[*](r)- ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὐρώμενος,
- ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συυταγῇ κικίς·
- ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἱλαρότητι ὡς ἄκακος
- ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων,
- ἐν φθόρῳ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ·
- ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,
- ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
- καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν,
- ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
- ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου.
- καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις,
- διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων.
- οἱ λόγοι αὐτοῦ παραλογισμοί,
- εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκων.
- οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ἀρφανίᾳ,
- καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου.
- παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίναων,
- ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ·
- καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλοθρεῦσαι ἐν λόγοις
- ἀναπτερῶσεαος·
- οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ, ὡς ἅδης, ἐν πᾶσι τούτοις
- γένοιτο, Κύριε, ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου,
- ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρῷ·
- ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ, Κύριε.
- ὁ ὕπνος αὐτοῦ ἐυ λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐυ
- ἀπορίαις·
- ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί,
- ἀποπέσοιεν ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ·
- καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντὸς οὗ ἐμπλήσει ψυχὴν
- αὐτοῦ,
771
- ἐν μονίᾳ ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν.
- σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων,
- καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ.
- ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομέναοον,
- ὅτι ἠρήμωσεν οἴκους πολλοὺς ἀνθρώπαων ἐν ἀτιμί·ι
- καὶ ἐσκόρπισεν ἐπιθυμίᾳ.