Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. εὺλογητὸς Κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ.
  1. ψαλμὸς τῷ Σαλωμὼν περὶ δικαίων.
    1. Ἶνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κυρίον
    1. ὕμνον καὶ αἶνον ψάλλετε τῷ θεῷ τῷ αἰνετῷ.
    2. ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ·
    3. ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.
    1. δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
    2. ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα τοῦ κυρίου.
    1. οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ τοῦ κυρίου·
    2. ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔνοντι Κυρίου.
    1. προσέκοψευ ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον·
    2. ἔπεσεν, καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός·
    [*](chilmpv)[*](35 ο ανιστων clr] nm ο himpv απωλειαν chilmpv αιωνος] αιωνιον chilmpν ουτων l 36 om του chilmpv 37 Κυριου cmghimprv] αυτου cttxt] 39 αμαρτωλου] + αποδουναι αμαρτωλοις εις τον αιωνα κατα τα εργα ουτων i εποιησε chimpv 40 οσιοις] μετ hmpv ΙΙΙ γ om hv Σαλ ομων chilmpv 1 ουκ ευλογεις] ου λογεις r* 2 και αινον clr] καινον himpv ψαλατε chilpv ψαλλατε m ψαλλε και] φαλαι ι θεω] κυριω i αγα- θης iv] ολης chlmpv 3 μνημονευουσι chilmpv του κυριου (2⁰)] om του chilmpv 4 om του chilmbv εναντιον chcorriilmbv (ενωπιον h*vid) 5 εδικαιωσε chilmpv επεσε climpv)
    769
    1. ἀποσκοπεύει ὅθεν ἤξει σωτηρία αυτῷ.
    [*](r)
    1. ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν·
    2. οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφʼ ἁμαρτίαν.
    1. ἐπισκέπτεται διὰ παντὸς τὸν οἰκον αὐτοῦ ὁ δίκαιος,
    2. τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
    1. ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχην αὐτοῆ·
    1. καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν υἶκον αὐτοῦ.
    1. προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ,
    2. τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὥδῖνας μητρός·
    1. προσέθηκεν ἁμαρτίας ἐφʼ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ·
    1. ἤπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
    2. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
    1. καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους·
    1. αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα.
    1. οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
    2. καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ Κυρίου οὐκ ἐκλείψει ἔτι
  1. Διαλογὴ τοῦ Σαλωμὼὼν τοῖς ἀνθρωπαρέσλοις.
    1. Ἵυα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίῳ,
    2. καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου,
    3. ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ἰσραήλ;
    1. περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπέρ πάντας,
    2. ὁ σκληρὸς ἐν λόγοις κατακρίναι ἁμαρτωλοὺς ἐν κρίσει.
    1. καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπʼ αὐτὸν ὡς ἐν ζήλει,
    2. καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτωλῶν, ἐν ἀκρασίαις·