Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- καὶ οὐκ ἐμνήσθησαν θεοῦ,
- καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἄπασι τούτοις.
- καὶ παρώργισαν τὸν θεόν,
- καὶ παρώξυναν ἐξᾶραι αὐτοὺς ἀπὸ τῆς γῆς·
- ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο.
- μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν·
- καὶ ὁ κύριος άύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων κιὶ
- ἁμαρτωλῶν·
- καὶ bύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου.
- ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν,
- ὅτι κριτὴς μέγας καὶ κραταιὸς Κύριος ὁ θεὸς ἡμῶν ἐν δι.
- καιοσύνῃ.
- γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.
- Φαλμὸς τῷ Σαλωμῶν.
- Κύριε ὁ θεός, αἰνέσω τῷ ἀνόματί σου ἐν ἀγαλλιάσει,
- ἐυ μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια.
- ὅτι εὔχρηστος καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ·
- ἐν τῷ κεκραγέναι με πρὸς σέ μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.
- οὐ γὰρ λήψεται σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ·
- καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς
- ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ·
- οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, ὁ θεός.
- ἐν τῷ θλίκκδεσθαι ἡμᾶς ἐπικαλεσόμεθα εἰς βοήθειαν.
- καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν,
- ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ.
- μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφʼ ἡμᾶς.
- ἴνα μὴ δι᾿ ἀνάγκην ἁμάρτωμεν.
- καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀφεξόμεθα,
- ἀλλ ἐπὶ σ ἥξομεν·
- ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, ὁ θεός,
- καὶ σὺ δώσεις μοι.
- τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις.
- ἐν τῷ διδόναι σὲ ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης,
- ἑτοιμάσαι χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι·
- καὶ ἐὰν πεινάσωσιν, πρὸς σέ ἀροῦσιν πρόσωπον αὐτῶν.
- τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις, ὁ θεός,
- καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, Κύριε
- καὶ σὺ ἐπακούσῃ, ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλʼ ἡ πύ;
- εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει.
772
[*](r)