Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων,
  1. κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου·
  2. ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
  1. στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου
  2. ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου.
  1. ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν·
  2. ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός.
  1. ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖ ·
  1. οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν,
  2. οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν.
  1. π ᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός,
  2. ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν,
  1. ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου,
  2. ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·
  3. ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ
  4. εἰς τὸν αἰῶνα καὶ ἔτι.
  1. ποιήσαι Κύριος ἅ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ·
  2. ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνύματι δάξης αὐτοί.
  3. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ
  4. εἰς τὸν αἰῶνα καὶ ἔτι