Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἕως οὗ λάβη, καταφιλεῖ χεῖρας αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν·

καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγον ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται.

ἐὰν δὲ ἰσχύσῃ ὁ δούς, μόλις κομιεῖται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρημα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν δωρεὰν ἐχθρόν·

κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.

πολλοὶ οὖν χάριν πονηρίας ἀπέστρεψαν τὸν ἄνθρωπον, ἀποστερηθῆναι δὲ εὐλαβήθησαν·

πλὴν ἐπὶ ταπεινώσει μακροθύμησον, καὶ ἐπὶ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν·

χάριν ἐντολῆς ἀντιλαβοῦ

40
πένητος, καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτόν.

ἀπόλεσον ἀργύριον διὰ φίλον καὶ ἀδελφόν, καὶ μὴ κατάκρυβε αὐτὸ ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν·

θὲς τὸν θησαυρόν σου κατ’ ἐντολὰς Ὑψίστου, καὶ λυσιτελήσει σοι

  • μᾶλλον
  • ἢ τὸ χρυσίον.

    σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὐτὴ ἐξελεῖταί σε ἐκ πάσης κακώσεως·