Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.

ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν.

χάριτας ἐγγύς* σου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ.

ἀγαθὴν ἐγγύην ἀνατρέψει ἁμαρτωλός·

ἐγγυῶν φεύξεται ἁμαρτωλὸς καὶ ἄχρηστος ἐν διανοίᾳ καταλείψει τὸν ῥυσάμενον αὐτόν·

ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας, [*](171 2) καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·

ἄνδρας δυνατοὺς ἀπῴκισε, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.

ἁμαρτωλὸς παραβαίνων ἐντολὰς Κυρίου ἐμπεσεῖται εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις.

ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.