Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
- δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
- οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης,
- οὐδὲ ἐντραπήσεται μέγεθος·
- ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν,
- ὁμοίως τε προνοεῖ περὶ πάντων·
- τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.
- πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
- ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
- οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
- καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
- ἐπιθυμήσατε οὗν τῶν λόγων μου,
- ποθήσατε καὶ παιδευθήσεσθε.
- Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία,
- καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
614
[*](B)- φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
- ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει,
- πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
- τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,
- καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
- ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,
- καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,
- καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.
- ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,
- φροντὶς δὲ παιδείας ἀγάπη,
- ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
- προσοχὴ δέ νόμων βεβαίωσις ἀφθαρσίας,
- ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦἐπιθυμία
- ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
- εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
- τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
- τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ,
- καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
- ἀλλὰ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω
- καὶ θήσω εἰς τὸ ἐμφανές τὴν γνῶσιν αὐτῆς,
- καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·
- οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσαα,
- ὅτι οὗτος οὐ κοινανήσει σοφίᾳ.
- πλῆθος δὲ σοφῶν σαντηρία κόσμου,
- καὶ βασιλεὺς φρόνιμος εὐσταθίᾳ δήμου.
- ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.