Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ
- καὶ ὡς ἀγγελία παρατρέχουσα·
- ὼς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ,
- ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν,
- οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·
- ἡ ὡς ὀρνέου διιπτάντος ἀέρα
- οὐθὲν εὑρίσκεται τεκμήριον πορείας,
- πληγῇ δέ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον
- καὶ σχιζόμενον βἰᾳ ῥοἰζου.
- κινουμένων πτερύγων διωδεύθη,
- καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·
- ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν [*](V 2 σωτηριας] +αυτου U+05D0 3 ερουσσ] pr και A | om εν U+05D0* (hab U+05D0c.a) | U+05D0A τεναξονται] στεναξουσῖ| U+05D0 + οι και ερουσιν U+05D0* + και ερουσιν U+05D0c ᵃA 4 στι- αν U+05D0* (-μον U+05D0c.a) 6 αληθιας U+05D0A | ελαμψεν] επελαμψεν U+05D0 | ημιν 1⁰] pr A 7 απωλιας U+05D0 | διωδευσαμεν] ωδευσαμεν A | εγνωμεν] επεγνωμεν U+05D0 και] η A | αλαζονειας Bᵃᵇ | συνβεβληται U+05D0 9 αγγελεια B* (-λια Bᵇ) ) ως] pr η U+05D0c.a | τροπιος (-πίας U+05D0* .πεως U+05D0c.a A)] τριβῳν Bᵇ 11 δια- τανταα BᵃᵇU+05D0A | πορειας] πονηριας U+05D0* (ποριας U+05D0c.a) | ταρσων μαστιζομενον |ᵃU+05D0A | εν αυτω] αυτου U+05D0* (εν αυτ. U+05D0c.a ᵃ))
- τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη,
- ὡς ἀγνοῆσαι τὴν δίδον αὐτοῦ·
612
[*](Β)- οὕτως καὶ ἡμεῖς γενηθέντες ἐξελίπομεν,
- καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι,
- ἐν δέ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.
- ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου,
- καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή,
- καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη,
- καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν.
- δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,
- καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
- καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
- διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας
- καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου,
- ὅτι τῇ δεξιἄ σκεπάσει αὐτούς,
- καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
- λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,
- καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· |
- ἐνδύσεται θώρακα δικαιοσύνην,
- καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·
- λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,
- ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
- συνεκπολεμήσει δέ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
- πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
- καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν
- ἁλοῦνται,
- καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι
- ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης,
- ποταμοὶ δὲ συνκλύσουσιν ἀποτόμαας·
- ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεος,
- καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· [*](U+05D0A)[*](12 διοδον] οδον U+05D0* (διοδ. U+05D0c.a) 13 γεννηθεντες U+05D0A | εξελειπομεν 14 κα ως μνεια] ως μνιον U+05D0* η ως μνια U+05D0c.a | μονημερου U+05D0 | παρωδευσεν] ι δευσεν U+05D0* (παρωδ. U+05D0c.a) 16 ευπρεπιας U+05D0 | τη δεξια] δεξια κυ | υ ρασπιει] υπερασπιρει (.πιει U+05D0c ᵃ) | ουτων] αυτου U+05D0* (-των U+05D0c.a 17 ζηλος U+05D0* (τον ζηλον U+05D0c.a) | οπλοποιγσει] οδοποιησει U+05D0* (οπλ. U+05D0c ᵃ) 18 - καιοσυνης U+05D0 20 συνπολεμησει U+05D0 | om δε 2⁰ A 21 νεφων] νεφελω 22 om και U+05D0* (hab U+05D0c.a) | πληρης U+05D0 | δε| τε U+05D0* (δε U+05D0c.a) | συγκλυσουσιν συνκλυουσιν A 23 εκλιμμησει A)
- καὶ ἐρημώσει πᾶσα τὴν γῆν ἀνομία,
- καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
613
- Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε·
- μάθετε, δικασταὶ περάτων γῆς·
- ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
- καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.
- ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν.
- καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,
- ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·
- ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς,
- οὐδὲ ἐφυλάξατε νόμον,
- οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
- φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
- ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.