Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Εἰμὶ μέν κἀγὼ θνητὸς ἴσος ἄπασιν,
- καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
- καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
615
- δεκαμηνιαίῃ χρόνῳ, παγεὶς ἐν αἵματι [*](B)
- ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης·
- καὶ ἐγὼ δέ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα,
- καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν,
- πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·
- ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν.
- οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχεν γενέσεως ἀρχήν·
- μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
- διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·
- ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
- προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων,
- καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
- οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
- ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
- καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
- ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν,
- καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,
- ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.
- ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς.
- καὶ ἀναρίθμητος πλοῦτος ἐν ταῖς χερσὶν αὐτῆς·.
- εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία,
- ἠγνόουν δὲ αὐτὴν γένεσιν εἶναι τούτων.
- ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι.
- τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
- ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,
- ὃν οἱ χρησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν,
- διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
- ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην
- καὶ ἐνθυμηθῆναι άξίως τῶν δεδομένων.
- ὅτι αὐνὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν
- καὶ τῶν σοφῶν διορθωτής.
616
[*](Β)- ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν.
- πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
- αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ,
- εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν.στοιχείων,
- ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,
- τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν.
- ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις.
- φύσεις ζώων καὶ θυμοὺς θηρίων,
- πνευμάτῳν βίας καὶ διαλογισμοὺς ἀνθρώπων,
- διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν.