Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- φιλάνθρωπον γὰρ πνεῦμα σοφία,
- καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χελέων αὐτοῦὅτι
- τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεός,
- καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς
- καὶ τῆς γλώσσης ἀκουστής·
- ὅτι πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην,
- καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.
- δμὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,
- οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δἰκη.
605
- ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
- όγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἤξει
- εἰς λεγχον ἀνομημάτων αὐτοῦ·
- ὅτι ὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα,
- καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
- φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ,
- καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης·
- ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται,
- στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.
- μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν,
- μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν·
- ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίγῳεν,
- οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων·
- ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα,
- καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,
- καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου,
- οδτε Μδοὺ βασίλειον ἐπὶ γῆς·
- δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν·
- ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο α
- φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησάν,
- καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν,
- ὅτι ἰξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι
- Εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὁρθῶς
- Ολίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν,
- καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,
- καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου
- ὅτι αὐτοσχεδίως ἐγενήθημεν,
- καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·
- ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν,
- καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
- οἶ πβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, [*](9 αυτου U+05D0 10 ους] ου U+05D0* (ς ins U+05D0¹) 11 λαθραιον (-θρεο) U+05D0A Bᵃ? | κενον] καινον U+05D0Α | om ου πορ. U+05D0 (hab U+05D0c.a) 12 pr εν A 13 απωλεια (-λια U+05D0)] αγγελεια A 14 εκτισεν γαρ εις) εκτισεν εις U+05D0 (improb ου γαρ, εις U+05D0¹) | ειναι] ειν sup ras B¹ frot | γεν ουτε] ουδε A | γης] pr της A 16 προσεκαλεσατο B*ᵛⁱᵈ (-σαν) II 2 εγεννηθημεν BᵃᵇbabU+05D0A | υπαρξαντες] υπαρχοντες U+05D01?a⁽ᵛιᵈ) | ε2 ν ρισ U+05D0* (η πν. εν ρ. Bᵃ) 3 σβενθεντος U+05D0 σβενσθ. A)
- καὶ τὸ πνεῦμα δαχυθήσεται ὡς χαῦνος ἀὴρ.
606
[*](B)- καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνᾳῃ,
- καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
- καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης,
- καὶ ὡς ὁμίχλη διασκεδασθήσεται
- διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου
- καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
- σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.
- καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
- ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
- δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν,
- καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·
- οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν,
- καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·
- στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι
- μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
- πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,
- ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
- καταδυναστεύσωμεν πένητα δίκαιον,
- μὴ φεισώμεθα χήρας.
- μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·