Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,
- τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.
- ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,
- καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν,
- καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου,
- καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
- ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ,
- καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει·
- ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν·
- βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.
607
- ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, [*](B)
- καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
- εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
- καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·
- μακαρίζει ἔσχατα δικαίων,
- καὶ ἀλαζονεύεται πατέρα θεόν.
- ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
- καὶ πειράσαωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
- εἰ γάρ ἐστίν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ,
- καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
- ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν,
- ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ
- καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
- ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν,
- ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
- ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·
- ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν,
- καὶ οὐκ ἔγνωσαν μυστήρια αὐτοῦ,
- οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος,
- οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
- ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπʼ ἀφθαρσίᾳ,
- καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν
- φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,
- πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκεἰνου μερίδος ὄντες.
- Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ,
- καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
- ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι.
- καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν,
- καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα·
- οἱ δέ εὰσιν ἐν εἰρήνῃ
- καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, [*](15 οτι....αυτου (1°) rescr A¹ 16 ελογισθημεν] εγενηθημεν U+05D0* (ελσγ. U+05D0A U+05D0c.a) 17 ιδωμεν] και ειδωμεν U+05D0* (improb και U+05D0c.a) 19 επιεικειαν Bᵃᵇ | δικασωμεν] δοκιμασωμεν U+05D0A 21 ελογισαντο] ελογισθησαν U+05D0* (-σαντο U+05D0c.a) | απετυφλωσεν] ετυφλωσεν U+05D0 22 αυτου] θο Bᵃᵇᵐᵐᵍ U+05D0A | ψυχων] ψυχαν U+05D0* (sic) (-χων U+05D0c.a) 23 επ] επι U+05D0 25 μερίδος] μ superscr et δ sup ras Aᵃ? III 2 εδοξαν] +γαρ U+05D0c.a | αφρονων] φρον sup ras Bᵃᵇ 3 ημων] η bis scr B | πορια 8A)
- καὶ ἄτιμον ἐπʼ ἐσχάτων τὸ γῆρας αὐτῶν·
609
- ἐάν τε ὀξέως τελευτήσωσιν, οὐκ ἔχουσιν ἐλπίδα
- οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον·
- γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.