Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν·
  2. φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι,
  3. καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.
  1. ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν,
  2. ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ·
  1. σκολοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ,
  2. δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.
  1. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία,
  2. οὐδὲ κατοικήσει ἐν σώματι καταχρἐῳ ἁμαρτίας.
  1. ἅγιον γὰρ πνεῦμα παιδεἰας φεύξεται δόλον,
  2. καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων,
  3. καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.