Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν,
- ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου·
- ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν,
- ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου
- καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.
- Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
- ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
- ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.
- Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου.
- ὡς στελέχη καπνοῦ τεθυμιαμένη
- σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
- ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών,
- ἐξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς
- ἀπὸ δυνατῶν Ἰσραήλ·
- πάντες κατέχοντες ῥομφαίαν,
- δεδιδαγμένοι πόλεμον·
- ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ
- ἀπὸ θάμβους ἐν νυξίν.
- φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν¶
- ἀπὸ ξύλων τοῦ Λιβάνου·
- στύλους αὐτοῦ ἐποίησεν ἀργύριον,
- καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον·
- ἐπίβασις αὐτοῦ πορφυρᾶ,
- ἐντὸς αὐτοῦ λιθόστρωτον,
- ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ.
- ἐξέλθατε καὶ ἴδετε
- ἐν τῷ βασιλεῖ Σαλωμών, [*](U+05D0AC)[*](3 μη ον ηγαπ.] pr η νυμφη τοις φυλαξιν ειπεν U+05D0 | ιδετε BᵇAC 4 εκρ τησα] pr ευρουσα τον νυμφιον ειπεν : mox in txt pr ευρουσα αυτον U+05D0 | αφηκ αφησω A | μητρος] pr της C | ταμειον BᵃC (-μιον B*bU+05D0)] ταμιειον A 5 κισα] pr τας νεανιδας ορκιζει η νυμφη) τουτο δευτερον U+05D0 6 τις αυτη] ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | ωστελεχη A | ζμυρναν μυρεψικου U+05D0* (-ψου U+05D0c.a) 7 Σολομων U+05D0 8 ρομφαια] ρομφαιαν U+05D0Cvid μηρον] pr τον C 9 φοριον U+05D0Α hiat C | Σαλωμων] Σολομων U+05D0: cett peri in C | ξυλου U+05D0 10 χρυσιον U+05D0 | επιβασεις A 11 ιδετε] + θυγατε Σιω| Α | Σαλωμων] U+05D0 + θυγατερες Σιων U+05D0c.a)
- ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ
- ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ
- καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.
511
- Ἰδοὺ εἶ καλὴ πλησίον μου, ἰδοὺ εἶ καλή.
- ὀφθαλμοί σου περιστεραὶ
- ἐκτὸς τῆς σιωπήσεώς σου.
- τρίχαμά σου ὡς ἀγέλαι τῶν αἰγῶν
- αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.
- ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμέναων
- αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,
- αἱ πᾶσαι διδυμεύουσαι,
- καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
- ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,
- καὶ ἡ λαλιά σου ὡραία·
- ὡς λέπυρον ῥόας μῆλόν σου
- ἐκτὸς τῆς σιωπήσεως σου.
- ὡς πύργος Δαυεὶδ τράχηλός σου,
- ὁ ᾠκοδομημένος εἰς Θαλπιώθ.
- χίλιοι θυρεοὶ κρέμανται ἐπʼ αὐτόν,
- πᾶσαι βολίδες τῶν δυνατῶν.
- δύο μαστοί σου ὡς δύο νεβροὶ δἰδυμοι δορκάδος
- οἱ νεμόμενοι ἐν κρίνοις.