Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Φωνὴ ἀδελφιδοῦ μου·
- ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,
- διαλλόμενος ἐπὶ τοὺς βουνούς.
- ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι
- ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.
- ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν,
- παρακύπτων διὰ τῶν θυρίδων
- ἐκκύπτων διὰ τῶν δικτύων.
- ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι
- Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
509
- ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, [*](B)
- ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ·
- τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,
- καιρὸς τῆς τομῆς ἔφθακεν,
- φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·
- ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
- αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
- ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
- καὶ ἐλθέ,
- σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
- ἐχόμενα τοῦ προτειχίσματος
- δεῖξόν μοι τὴν ὄψιν σου,
- καὶ ἀκούτισόν με τὴν φωνήν σου,
- ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
- πιάσατε ἡμῖν ἀλώπεκας
- μικροὺς ἀφανίζοντας ἀμπελῶνας·
- καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.
- βελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ·
- ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,
- ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
- ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ,
- τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων
- ἐπὶ ὄρη κοιλωμάτων.
- ἐπὶ κοίτην μου ἐν νυξὶν
- ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου·
- ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
- ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
- ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει,
- ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις,
- καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου·
- ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
- εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει [*](11 om ιδου U+05D0* (hab U+05D0c.a) 12 εφθακεν (-κε C)] εφθασεν U+05D0 | της τρυγ. U+05D0AC |C 14 την φωνην] ην φωνην sup ras U+05D01fort 15— 17 multa nuer in C 15 πιασατε] pr τοις νεανιαις| ο νυμφιος· ταδε U+05D0 | om και (hab κ U+05D0c.a) | κυπριζουσιν U+05D0AC 16 αδελφιδος] pr η νυμφη ταδε η ημερα] om η A | αποστρεψον] pr η νυμφη A | αδελφιδε] + μου U+05D0AC | φων U+05D0* (ελ U+05D0¹) | ορη] pr τα C III 1—9 plurima even in C m δη (nisi potius και) Civd om και 1⁰ A | πλατιαις B*ᵛⁱᵈU+05D0A (-πειαις B?C) ροσαν] pr εκαλεσα αυτον και ουχ υπηκουσεν μου AC)
- Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
510
[*](B)