Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου,
- καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
- Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
- ἐν δυνάμεσιν καὶ ἐν ἰσχύσεσιν τοῦ ἀγροῦ,
- ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.
- Φωνὴ ἀδελφιδοῦ μου·
- ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη,
- διαλλόμενος ἐπὶ τοὺς βουνούς.
- ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι
- ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.
- ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν,
- παρακύπτων διὰ τῶν θυρίδων
- ἐκκύπτων διὰ τῶν δικτύων.
- ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι
- Ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
509
- ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, [*](B)
- ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ·
- τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ,
- καιρὸς τῆς τομῆς ἔφθακεν,
- φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·
- ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
- αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
- ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
- καὶ ἐλθέ,
- σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας,
- ἐχόμενα τοῦ προτειχίσματος
- δεῖξόν μοι τὴν ὄψιν σου,
- καὶ ἀκούτισόν με τὴν φωνήν σου,
- ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
- πιάσατε ἡμῖν ἀλώπεκας
- μικροὺς ἀφανίζοντας ἀμπελῶνας·
- καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.
- βελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ·
- ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,