Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
  2. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ,
  3. τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων
  4. ἐπὶ ὄρη κοιλωμάτων.
  1. ἐπὶ κοίτην μου ἐν νυξὶν
  2. ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου·
  3. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν,
  4. ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
  1. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει,
  2. ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις,
  3. καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου·
  4. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.
  1. εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει
  2. [*](11 om ιδου U+05D0* (hab U+05D0c.a) 12 εφθακεν (-κε C)] εφθασεν U+05D0 | της τρυγ. U+05D0AC |C 14 την φωνην] ην φωνην sup ras U+05D01fort 15— 17 multa nuer in C 15 πιασατε] pr τοις νεανιαις| ο νυμφιος· ταδε U+05D0 | om και (hab κ U+05D0c.a) | κυπριζουσιν U+05D0AC 16 αδελφιδος] pr η νυμφη ταδε η ημερα] om η A | αποστρεψον] pr η νυμφη A | αδελφιδε] + μου U+05D0AC | φων U+05D0* (ελ U+05D0¹) | ορη] pr τα C III 1—9 plurima even in C m δη (nisi potius και) Civd om και 1⁰ A | πλατιαις B*ᵛⁱᵈU+05D0A (-πειαις B?C) ροσαν] pr εκαλεσα αυτον και ουχ υπηκουσεν μου AC)
    510
    [*](B)
  3. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;
  1. ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν,
  2. ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου·
  3. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν,
  4. ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου
  5. καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με.
  1. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
  2. ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
  3. ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.
  1. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου.
  2. ὡς στελέχη καπνοῦ τεθυμιαμένη
  3. σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;
  1. ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών,
  2. ἐξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς
  3. ἀπὸ δυνατῶν Ἰσραήλ·
  1. πάντες κατέχοντες ῥομφαίαν,
  2. δεδιδαγμένοι πόλεμον·
  3. ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ
  4. ἀπὸ θάμβους ἐν νυξίν.
[*](¶ C)
  1. φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν¶
  2. ἀπὸ ξύλων τοῦ Λιβάνου·
  1. στύλους αὐτοῦ ἐποίησεν ἀργύριον,
  2. καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον·
  3. ἐπίβασις αὐτοῦ πορφυρᾶ,
  4. ἐντὸς αὐτοῦ λιθόστρωτον,
  5. ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ.