Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ,
  2. νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
  1. ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.
  1. ἐν ἀμπελῶσιν Ἐνγαδδεί.
  1. Ἰδοὺ εἶ καλή, ἡ πλησίν μου.
  2. ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.
  1. Ἰδοὺ εἶ καλός. ἀδελφιδός μου.
  2. καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.
  1. δοκοὶ σἴκων ἡμῶν κέδροι,
  2. φατνώματα ἡμῶν κυπάρισσοι.
[*](απαγγειλον] pr προς τον νυμφιον χν | ποιμανεις A | αγελαις U+05D0AC | U+05D0AC των] ετερων U+05D0C 8 εαν] pr ο νυμφιος προς την νυμφην U+05D0 | om και hab κ U+05D0ᵃ(ᵐᵍ)) | ποιμενων] + σου A 9 τη] γη A | εν] επ A | αρμασι C ωραιωθ.] pr αι νεανιδες προς την νυμφην U+05D0 | ωσστρυγονες A ως τρυγονος C ρμισκος A 11 ομοιωμα U+05D0* (-ματα U+05D0ᵃ) 12 ανακλησει C | ναρδος] pr φη προς εαυτην| και| προς τον νυμφιον U+05D0 pr ο νυμφιος A 13 τηστακ- C | εμοι] ανα μεσον των μαστων μου αυλισθησεται| βοτρυς της κυπρου φιδος μου εμοι U+05D0AC 14 Ενγαδδι AC 15 ιδου 1⁰] pr ο νυμφιος την νυμφην U+05D0 | ει bis] η C | οφθαλμοι σου πεlριστεραι sup ras Bᵃ λμος σου π. A 16 ιδου] pr η νυμφη· προς τον νυμφιο| U+05D0 pr η νυμφη Α αδελφιδος] pr ο U+05D0A | και γε ωραιος c praec coniung U+05D0A | om προς C 7 m σικων U+05D0* (hab U+05D0ᵃᵐᵍ hiat C sed vid habuisse) | φατνωματα] πατμω- U+05D0* (φατν.U+05D0c.a))
508
[*](Β)
  1. ἐγὼ ἄνθος τοῦ πεδίου,
  2. κρίνον τῶν κοιλάδων.
  1. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,
  2. οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
  1. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
  2. οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
  3. ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
  4. καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
  1. εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
  2. τάξατε ἐπʼ ἐμέ ἀγάπην.
  1. στηρίσατέ με ἐν μύροις,
  2. στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.