Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ΑΣΜΑ ἀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.
- Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ·
- ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,
- §³καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ 3 ἀρώματα·
- μύρον ἐκκενωθὲν ὄνομά σου.
- διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
- εἴλκυσάν σε·
- ὀπίσω σου εἰς ὀσμὴν μύρσων σου δραμομεν.
- εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ.
- ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·
- ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·
- εὐθύτης ἠγάπησέν σε.
- Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ,
- ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.
- μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη,
- ὅτι παρέβλεψέν με ὁ ἥλιος·
- υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί,
- ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·
- ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
507
- ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου. [*](Β)
- ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ,
- μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλας ἑταίρων σου.
- Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν,
- ἔξελθε οὺ ἐν πτέρναις τῶν ποιμνίων,
- καὶ ποίμαινε τὰς ἐρίφους σου
- ἐπὶ σκηνώμασιν τῶν ποιμένων.
- Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ
- ὡμοἰωσά σε, ἡ πλησίον μου.
- τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες,
- τράχηλός σου ὡς ὁρμίσκοις
- ὁμοιώματα χρυσίου ποιήσομέν σοι
- μετὰ στιγμάτων τοῦ ἀργυρίου.