Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ταῖς μιεραις χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων, καὶ τὰ ὑπὸ πολλῶν βασιλέων ἀνασταθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμήν, ταῖς βεβήλοις χερσὶν συνσύρων.
καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος, οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις.
εἰ δέ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκέψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους.
ἀλλʼ οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο.
διόπερ καὶ αὐτὸς ὁ τόπος συνμετασχῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων, ὕστερον εὐεργετημάτων ἐκοινώνησεν· καὶ ὁ καταληφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ, πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.
Ὁ οὖν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιοχίαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μέν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι, διὰ τὸν μετεωρισμὸν τῆς καρδίας.
κατέλειπεν δέ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μέν Ἰεροσολύμοις Φίλιππον τὸ μέν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος·
ἐν δὲ Γαριζεὶν Ἀνδρόνικον· πρὸς δὲ τούτοις Μενέλαος χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ἰουδαίους ἔχων διάθεσιν.
ἔπεμψεν δὲ τὸν μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δέ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν.
οὗτος [*](V)[*](15 τον Μεν.] om τον V 16 μιαραις V | χερσι bis Vᵃ υπο πολλων] πολλ sup ras Aa υπ αλλων V | ανασταθεντα] ανατεθημενα V* (ανατεθειμ. Vᵃ) | συνσυρω (ad fin lim) A 17 μετεωριζετο V | διο] δι αις V 18 συνε- βαινεν V | προενεχεσθαι V | αμαρτημασι Va om ην ο V | Ιλιοδωρος V | ουτος] και αυτος V | om προαχθεις V | ἀνετράπη] + αν V 20 συμμε- τασχων V | του εθνους] pr των V | εκοινωνησαν A καταλημφθης V* (-ληφθεις Vᵃ) εανορθωθη V* 21 ο ουν] ο γ ουν (sic) V | Αντιοχειαν V | απο] υπο V | γην πλωτην] την πρωτην A 22 Φιλιππον...γενος] ιππον το μεν γεν ος sup ras et in mg A 23 Ιαριζιν V | Μενελαος] Μενελαον· ος V χειριστας A υπερηρετο] υπερηρτο V | απεχθη απηχθη A) ...διαθεσιν] εχων δε προς τους Ιουδαιους διαθεσιν απεχθη V 24 om δι 1° V | τοις δισχιλιοις] προς τοις χιλιοις V)
καὶ τοὺς ἐλθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν, καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστησεν πλήθη.
Ἰούδας δὲ ὁ καὶ Μακκαβαῖος, δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας, ἐν τοῖς ὄρεσιν θηρίων τρόπον διέζη σὺν τοῖς μετʼ αὐτοῦ· καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν, πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.
Μετʼ οὐ πολὺν δέ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι·
μολῦναι δὲ καὶ τὸν ἐν Ἰεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου, καὶ τὸν ἐν ΓΑριζειν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς ξενίου.
χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίστασις τῆς κακίας.
τὸ μέν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμαον ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθʼ ἑταιρῶν, καὶ ἐν τοῖς ἱεροῖς περιβόλων γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἴσφερόντων.
τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο.
ἦν δʼ οὔτε σαββατίζειν, οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν, οὔτε ἀπλῶς Ἰουδαῖον ὁμολογεῖν εἶναι.
ἦγον δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δέ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ.
ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις, Πτολεμαίου ὑποθεμένου, τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ἰουδαίων ἄγειν καὶ σπλαγχνίζειν,