Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τοὺς δέ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾷν τὴν ἐνεστῶσαν ταλαιπωρίαν.
δύο [*](25 εξοπλησιν V 26 ελθοντας] εξελθοντας V | θεωριαν] θsαν V | συνε- V κεντησεν V | εισδραμων] δραμων V | κατεστησεν] κατεστρωσεν V 27 γεννη- θεις A | ανα χωρησας] +εις την ερημον V | εν τοις ορεσιν θηριων τροπον] κτηνων βιον εν τοις ορ. V | τροφην] ο sup ras Aᵃ VI 1 εξαπεστειλεν] απεστειλεν V | νομοις] νομου A 2 νεων V | Γαριζει AV | οικουντες] κατοικουντες V | Διος ξενιου] Διοξενιου A 3 επιτασις Va 4 επεπληρουτο] πεπλη- ρωτο V | εταιρων (? ἑταίρων)] ετερων AV | περιβολοις V 5 αποδιεσταλ- μενων A 6 πατρο|οθς Afort πατριους V | ουτε 3°] ουδ V | 7 ηγον] ηγοντο V 8 αθτυγειτονας] αστυγεις A | om Ελληνιδας V | πολις Πτολεμαιου· (sic) A π. Πτολεμαιος V*vid (-ου V¹))
ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἅγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν, διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι αὐτοῖς κατὰ δόξαν τῆς σεμνοτάτης ἡμέρας.
Παρακαλῶ οὗν τοῖς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδίαν τοῦ γένους ἡμῶν εἶναι.
καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν τοῖς ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν.
οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσῃ, οὕτως καὶ ἐφʼ ἡμῶν ἔκρινεν εἶναι·
ἴνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ.
διόπερ οὐδέποτε μέν τὸν ἔλεον ἀφʼ ἡμῶν ἀφίστησιν· παιδεύων δέ μετὰ συμφορᾶς οὐκ ἐνκαταλείπει τὸν ἑαυτοῦ λαόν.
πλὴν ἕως ὑπομνήσεως ταῦθʼ ἡμῖν εἰρήσθω· δι᾿ ὀλίγων δὲ ἐλευστέον ἐπὶ τὴν διήγησιν.
Ἐλεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνήρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχαίνων ἠναγκάζετο φαγεῖν ὕειον κρέας.
ὁ δὲ τὸν μετʼ εὐκλείας θάνατον μᾶλλον ἡ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν,
προπτύσας δέ, καθʼ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὦν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν.
οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαμβάνοντες αὐτὸν κατʼ ἰδίαν ἐνεκάλουν, ἐνεγκόντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι᾿ αὐτοῦ παρασκευασθέντα, ὑποκρῖναι δὲ ὡς [*](V)[*](10 ανηχθησαν] ανηνεχθησαν V | εκ των μαστων κρεμασαντες] εκκρεμα- σαντων εκ τ. μ. V αγαγοντες V | εκρημνησαν V 11 αυτοις] εαυτοις V 12 ουν] δε V παιδείαν Vᵃ 13 πολυν] + ειναι V τοις επιτιμοις] επιτι- μιοις V | ευγεργεσιας (sic) V 14 καταντησαντος A καταναντησαντας V | κολασει Vᵃ | om ειναι V 15 εκδικη V 16 αφ ημων τον ελεον V εγκαταλειπει V 17 ταυτ ΑV 18 Ε ֎ҎҏࠏÝ + δε V | την προσοψιν] om την V* (hab V¹) om αναχαινων V | υειον] υιον AV 19 ευκλιας A V | προσηγεν] προσηγετο V 20 προπτυσας] προ. V* πρωτευσας Vᵃ (rescr) | αμυνεσθαι V om δια την A 21 τω παρανομω] το παρ. V * | των παλαιων] om των V | απολαμβανοντες] απολαβοντες V | ενεκαλουν] παρε- καλουν V | ενεγκοντα V χρασθαι] χρησασθαι V υποκριναι] υποκριθηναι V)
ἴνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου, καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχοι φιλανθρωπίας.
ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρους ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιτείας καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾄδην
Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμόν,
καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ δᾶ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῇν πλανηθῶσιν δι᾿ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι.
εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι.
διόπερ ἀνδρείως μέν νῦν διαλλάξας τὸν βίον τοῦ μέν γήρως ἄξιος φανήσομαι,
τοῖς δὲ νέοις ὑπόδιγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπέρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθεν,