Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἰς τι περίστυλον ὡς ἀναψύχοντα τὸν βασιλέα μετέθηκεν.
καὶ τὸν μέν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἀπέκρινεν.
ταχέως οὗν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες.
δι᾿ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρεύσαντες τὰ πρὸς τὴν κηδίαν αὐτῶν μεγαλομερῶς ἐχορήγησαν.
ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἄφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο.
συνέβη δὲ καθʼ ὅλην τὴν πόλιν σχεδὸν ἐφʼ ἡμέρας τεσσεράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας, καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους,
καὶ μαχαιρῶν σπασμούς, καὶ εἴλας ἵππων διατεταγμένας, καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέραων, καὶ ἀσπίδων κινήσεις, καὶ καμάτων πλήθη, καὶ βελῶν βολάς, καὶ χρυσέων κόσμων [*](V)[*](40 Αυρανου] +τυραννου V | την αγνοιαν] τη ανοια V 41 συνειδοντες V* συνιδοντ. Vᵃ | παχη ξυλων V | σποδου] εποδου A (sic) Αυσιμαχον] + επιτιθεμενους V 42 ην] η|ν V | κατεβαλον] pr και V | συνηλασον V | παρα] κατα V 43 om δε V επι] προς V 44 om εις Τυρον V 45 ηδη δε λελιμμ. ο Μεοελαος] λελειμμενος δε o M. ηδη V | Δορυμενου A δωρουμενος V | πεισαι] πεσοι A 46 αναψ υξοντα V 47 κατηγορουμενων V | ταγνωστοι τ. θ. απεκρ. evan in V 48 δημου V 49 μισοπονηρη- σαντες V | κηδειαν V 50 επι] εν V \ πολιτων (-λειτ. A)] πολεμιων V V 1 τον καιρον] των καιρων A* (ο bis sup ras Aᵃ) εφοδον V 2 εφ ημερας· τεσσερακοντα A εφ ημ. τεσσαρακ. V | διατρεχοντας V | εξοπλ V* 3 ειλας] ιλας V | καταδρομας] δρομος sup ras A¹ καματων] καμακων V)
διὸ πάντες ἠξίουν [*](A) ἐπʼ ἀγαθῷ τὴν ἐπιφανίαν γεγενῆσθαι.
Γενομένης δὲ λάλας ψευδοῦς, ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον, παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων, ἐφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων, καὶ τέλος ἤδη κταταλαμβανομένης τῆς πόλεως, ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευκεν.
ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῆς πόλεως τῶν ἰδίων ἀφειδῶς, οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι.
τῆς μέν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δέ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβών, φυγὰς πάλιν εἰς τὴν Ἀμμανῖτιν παρῆλθεν.
πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν, ἐγκλεισθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον, πόλιν ἐκ πόλεως φεύγων, διωκόμενος ὑπὸ πάντων, στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος, εἰς Αἴγυπτον ἐξεβράσθη.
ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο, πρὸς Λακεδαιμονίους ἀναχθείς, ὡς διὰ τὴν συγγενίαν τευξόμενος σκέπης·
καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη, καὶ κηδίας οὐδ’ ἥστινος οὔτε πατρῴου νόμου μετέσχεν.
Προσπεσόντων δέ τῷ βασιλεῖ περὶ τῶν γεγονότων, διέλαβεν ἀποστάτιν τὴν Ἰουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ, ἔλαβεν τὴν μέν πόλιν δοριάλωτον.
καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐνπίπτοντας, καὶ τοὺς ἐν ταῖς οἰκίαις ἀναβαίνοντας κατασφάζειν.
ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί.
ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μέν ἐν χεῖρῶν νόμοις, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν.
οὐκ ἄρκεσθεὶς [*](3 παντοιους θωρακισμους] παντοιοις τεθωρακισμενοις V 4 επιφανειαν Va | γεγενησθαι] γενεσθαι V 5 μετηλλαχοντος A μετηλαχοτος V | συνετε- λεσατο] συνεστησατο V | εφυγαδευσεν] εφυγεν V 6 της πολεως] των πολι- των V | ου συννοων] ουκ εννοων V | τους συγγ.] την συγγ. (sic) A δε 2⁰ seq ras 2 ut vid lilt in A 7 Αμανιτην V* | παρηλθεν] απηλθεν V 8 ετυχεν] ελαβεν V 9 ο συχνους (συνχν. A)] pr και V | πατριδος] pr οικειας V | απολετο V* | Λακαιδαιμ. A αναχθεις] αναδιχθεις V* (-δειχθ. Vᵃ) | συγγε- νειαν Vᵃ | σκεηης (sic) V* (σκεπης V¹?) 10 αταφον V | απενθητος εγενηθη] αταφος γενηθεις V | κηδειας V | ητινος V | ουτε] ουδε V* νομου] ταφου V 11 αποστατειν V | την ψυχην V | δορυαλωτον Vᵃ 12 εμπιπτοντας V | εν ταις οικιαις] εις τας οικειας V | κατασφαζειν] κατασφαττειν V 13 εγινετο] εγινοντο V | om ανηθων τε και V | γυναικων] + τε V 14 τεσσαρες] τεσσερας A* vid (α 1° sup ras Aa) νομαις V)