Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

προτείναντα δὲ Ἰερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε

Λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους.

Παρακληθέντες δὲ τοῖς Ἰούδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι, διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐνφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρείας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν.

ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν, ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.

ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία, ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.

Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη προσμιξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς δὲ ἵππου κατὰ κέρας τεταγμένης·

συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευήν, τήν τε τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀγριότητα, ἀνατείνας χεῖρας εἰς τὸν οὐρανόν, ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον, γινώσκων ὅτι οὐκ ἔστιν δι᾿ ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.

ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.

καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον·

μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας [*](V)[*](14 om δε V | ειπεν V* (-πειν V¹) | εστιν] ετιν (sic) A | περι] υπερ V | αγιας] απασης V 16 θραυσις A 17 Ιουδα V | λογογοις V* (λογοις V¹?) | επανδρωσαι (δ rescr A¹)] επανορθωσαι V | στρατευσασθαι V | δε 2⁰] δ V | εμφερ. V | ευτανδρειας (sic) A εμπλακεντες] εμφυεντας V 18 αδελ- φων] pr περι V 19 κατηλλημενοις V* κατειλλ. Vᵃ | ταραττο- μενων V 20 προσδοκων V* (-κωντων V¹) | προσμιξαντων] συμμιξ. V | και της στρατ.] της τε στρατ. V | των 2⁰] τω V* (των Vᵃ) | δε] τε V 21 om επι μερος ευκαιρον V ανατεινας] προτεινας V | χειρας] pr τας V | δε εαν] δ αν V | περιποιειται] περιποιουντι V 22 δε] δ Vᵃvid | ανειλεν] ανηλες V* ανειλες Vᵃ | παρεμβολησενναχηρειμ V* (-λης Σεναχειρειμ Vᵃ) 23 αγγελον αγαθον] τον αγγελον V | τρομον] τροπον A 24 κατα- πλαγεησαν A)

707
παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν [*](A) τούτοις ἔληξεν.

Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον·

οἱ δὲ περὶ τὸν Ἰούδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις.

καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιμελείᾳ.

Γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.

γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ.

καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπέρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ, περιφέρειν εἰς Ἰεροσόλυμα.

παραγενόμενος δὲ ἐκεῖ, καὶ συνκαλεσάμενος τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.

καὶ ἐπιδεξάμενος τὴν τοῦ μιεροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν,

καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμών, ἔφη μετὰ μέρος τοῖς ὀρνέοις, τὰ δʼ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι.

οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον, λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.