Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν, καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον.

ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν· (37)ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνός —Ἀδὰρ λέγεται τῇ κυριακῇ φωνῇ —πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας.

Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως, καὶ ἀπʼ ἐκείνων [*](24 παραγεναμενοι V | λαον] ναον V 26 μετα] μετ V 27 αγωνι- V ζομενοις A* (-νοι A?) om καρδιαις A | μυριαδας τρεις και πεντακισχι- λιους V | επιμελεια] επιφανεια V 29 πατρωω V 30 και προσε- ταξεν] προσετ. δε V | ομοεθνεις] pr τους V | περιφερειν] φερειν V 31 δε] δ V | συνκαλεσας V* (συγκ. Va) ομοεθνους A 32 επιδειξαμενος V | μιαρου V | εκτεινας] εκτετινας A 33 δυσεβους V* (δυσσ. V¹) | μετα] κατα V | τοις ορν.] pr δωσειν V δ] δε V 34 ηυλογησαν V 35 κυριου] θεου V 36 απαρασηματον V | εχειν] ειχεν V* -χε Vᵃ | τη τρισκαιδεκατη V | κυριακη] Συριακη V | Μαρδοχοικης V)

708
[*](A) τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἐβραίων, καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω.

καὶ εἰ μὲν καλῶς, εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.

καθάπερ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συνκερασθεὶς ἤδη καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει.

Ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.