Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος·
εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι, καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι.
τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδήν, καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων, ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος, κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους.
τῶν δὲ ταχέως ἀναποδισάντων, γενομένου διαστήματος, ἦλθεν κατὰ μέσον τὸν κενεῶνα.
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς, ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων, καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων, δρόμῳ τοὺς ὄχλους διελθών, καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος,
παντελῶς ἔξαιμος ἤδη γινόμενος, προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσίν, ἐνέσεισε τοῖς ὄχλοις· καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος τὰ αὐτὰ αὐτῷ πάλιν ἀποδοῦναι, τόνδε τὸν τρόπον μετήλλαξεν.
Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων [*](V)[*](36 κεκαθαρισμενον V 37 Ραζις V*vid om και 2° V 38 αμιξειας A | κρισις A κρισιν V 39 δυσμενειαν Vᵃ 40 εδοξεν] ελεγεν V 41 om και τας θυρας υφαπτειν V | περικαταληπτος V | υπεθηκε A | το ξιφος] om το V 42 ειπερ V* (ηπερ Vᵃ) 43 γενναιως] + ασμενως V | ανδροδως V* (-δρωδ. Vᵃ) 45 δε δ V | κρουνηδων V* διελθοντων A | απορρωγος] απερρωγως V 46 προβαλων] προσλαβομενος V | om και λαβων V | δεσποζοντα] ras 1 lit (fort σ) inter ο 1⁰ et ζ A? τα αυτα] ταυτα V | τον τροπον] om τον V XV 1 τοποις εβουλευσατο sup ras Vᵃ | τη της καταπ. ημερα] την της καταπ. ημερας A (ν τη sup ras Aᵃ?) την της καταπ. ημεραν (την sup ras Va) ασφαλιας V* 2 κατα] κατ V)
ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ ὁ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαβάτων ἡμέραν·
τῶν δʼ ἀποφηναμένων Ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα·
ὁ δὲ ἕτερος Κἀγώ, φησίν, δυνάστης ἐπὶ τῆς γῆς, ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀσφαλείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπον.
ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου.
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπʼ οὐρανοῦ βοηθήματα, καὶ τὰ νῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην.
καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυμνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν.
καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφαλίαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσηγησάμενος ὄνειρον ἀξιόπιστον ὑπέρ τι πάντας ηὔφρανεν.
ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς ἴδια, τοῦτον τὰς χεῖρας προτείναντά κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι·
εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ [*](2 αυτω συνεπ. V | om Ιουδαιων V | απολεσεις Vᵃ 3 επηρωτησεν] επη- V ρωσεν (sic) A | ο δυναστης] om ο V 5 καγω] κατω A | om επι της γης V | τα οπλα] om τα V 6 ασφαλειας] αλαζονιας V | υψαυχενων] ευψαυχ. (? συψαυχ.) A | τροπαιον V 7 αδιαληπτως V* (-λιπτ. Vᵃ) αντιληψεως V 8 και παρεκαλει Vᵃ (rescr) τους συν] τοις σ. V | εχοντες A | ουρανου (sic) A | εισομενην A 9 om και 1° V αυτους 1⁰] αυτος V* vid αυτοις Vᵃ | προσυμνησας] και προσυπομνησας V | om αυτους 3° V 11 εκαστος A | ασπιδων και λογχων] δι ασπιδος και λογχης (δογχ. V* λογχ. Vᵃ) V | ασφα- λειαν Vᵃ | προεξηγησαμενος V 12 πραυν V | εκμεμελετηκοτα] μεμελετη- κοτα V | ιδια] οικεια V | προτεινοντα V 13 επιφανηναι] φανηναι V)
ἀποκριθέντα δὲ τὸν Ὀνίαν εἰπεῖν Ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ἰερεμίας ὁ τοῦ θεοῦ προφήτης.