Esdras ii (Ezra et Nehemias in textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἤνοιξεν Ἔσρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ· καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό, ἔστη πᾶς ὁ λαός.
καὶ ηὐλόγησεν τὸν κύριον τὸν θεὸν τὸν μέγαν, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν Ἀμήν, καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
καὶ Ἰησοῦς καὶ Βαναιὰ καὶ Σαραβιὰ ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ.
καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ, καὶ ἐδίδασκεν Ἔσρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.
καὶ εἶπεν Νεεμίας, καὶ Ἔσρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευεῖται συνετίζον τὸν λαόν, καὶ εἶπαν παντὶ τῷ λαῷ Ἡμέρα ἁγία ἐστὶν Κυρίῳ τῷ θεῷ ἡμῶν. μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιεν πᾶς ὁ λαός, ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου.
καὶ εἶπεν αὐτοῖς Πορεύεσθε, φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδα τοῖς μὴ ἔχουσιν, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶν ἰσχὺς ἡμῶν.
καὶ οἱ Λευεῖται κατεσιώπαων τὸν λαὸν λέγοντες Σιωπᾶτε, ὅτι ἡ ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε.
καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν [*](2 εως] pr και U+05D0A 3 φωτισαι U+05D0*vid (pr δια| U+05D0c.ᵃ⁽ᵐᵍ)) | U+05D0A ηλιον] Ιηλιον U+05D0*vid | ημισους] μεσουσης Bᵃ ᵐᵍ U+05D0c.b ᵐᵍ μεσου A | ωτα] pr τα U+05D0 4 εστη] εστησεν U+05D0* (improb σεν U+05D0?) | γραμματευς BU+05D0c.a ᵃᵐᵍ A] ιερευς U+05D0* | εστη- σεν] εστησαν U+05D0c.a | Ματlθαθιας U+05D0* (Ματlταθιας U+05D0a?c.a?(vid))| Ανανιας U+05D0A | Ου. ριας U+05D0* 0υρια U+05D0c.ᵃA | om και 6° U+05D0* (ӄ superscr U+05D0c.a) | Ελκεια] Χελκια U+05D0+ Χελκεια A | Μαασαια U+05D0 Μαασια A | αριστερων] ευωνυμων A | Μισαηλ A| Μελχειας] + ӄ Ωσαμ ӄ Ασαβδανα· U+05D0c.a mg dextr + και Ωσαμ και Ασαβααμα A Ζαχαριας] + και Μοσολλαμ U+05D0c.a mg sinistr A 5 λαου 2°] + ο|τι αυτος ην U+05D0* (improb U+05D0?) | αυτο] αυτου B*vid 6 ευλογησεν U+05D0 + Εσδρας U+05D0c.a ᵐᵍA | τον κυριον] om τον U+05D0A | αμην] + επαραντες χειρας ουτων U+05D0c.a A 7 Βαναιας U+05D0A 8 βιβλιω] pr τω U+05D0A | om εν 2° A | λαος] + κυ U+05D0 9 Αευιται U+05D0 | συνετιζον] κοι οι συνετιζοντες U+05D0A | εστιν αγια (αγιαν U+05D0*) η ημερα U+05D0 αγια η ημ. εστιν A | Κυριω] pr τω U+05D0 | ηκουσαν BU+05D0c.a] ηκουσεν U+05D0*A 10 φαγετε] ӄ superscr U+05D0c.ᵃ | μεριδας U+05D0A | om μη 1° U+05D0* (superscr U+05D0c.ᵃ) | η ημερα εστιν U+05D0A | ημων 2°] υμων U+05D0c.aA 11 Λευιται U+05D0A (item 13) | τον λαον] pr πᾱ|τα A | η ημερα] om η U+05D0A 12 πηλθεν U+05D0* (α superscr U+05D0c.ᵃ) | πιειν BᵇU+05D0c.ᵃA] πειν B* πιν U+05D0*)
Καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν σὺν τῷ παντὶ λαῷ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται πρὸς Ἔσραν τὸν γραμματέα. ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου.
καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ ᾧ ἐνετείλατο Κύριος τῷ Μωσῇ, ὅπας κατοικήσωσιν οἱ υἱοὶ Ἰσραὴλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ,
καὶ ὅπως σημαίνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ἰερουσαλήμ. καὶ εἶπεν Ἔσρας Ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος, ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον.
καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν, καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἕως πύλης Ἐφράιμ.
καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνάς, καὶ ἐκάθισαν ἐν σκηναῖς· ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυὴ οὕτως οἱ υἱοὶ Ἰσραὴλ ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐγένετο εὐφροσύνη μεγάλη.
καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης· καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον.
Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις.
καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν.
καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν, καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου θεοῦ αὐτῶν, καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ θεῷ [*](U+05D0A) [*](12 ποιησαι] ποιειν U+05D0c.a | εγνωρισεν] ν sup ras A¹ 13 om συν U+05D0A 14 Μωυση U+05D0A | om εν 3° U+05D0* (superscr U+05D0c.ᵃ) 15 πως U+05D0* (ο superscr U+05D0c.ᵃ) | σημανωσιν U+05D0?A | εξελθατε A | ενεγκατε BᵃᵇU+05D0A 15—16 και φυλλα φοινικων...σκη in mgg inf et sup necnon sup ras Aᵃ 15 δασεως U+05D0Aᵃ | σκηνας] + αυτοις Aᵃ 16 εαυτοις σκηνας] (σκη]νας αυτοις A | αυτου] εαυτου U+05D0 | ουτων] εαυτων U+05D0 | ταις αυλαις (2°)] om ταις A | ταις πλατειαις (πλατιαις U+05D0)] om ταις U+05D0A | πυλης] οικου A 17 εποιησα (1°) A | σκηνας] εν σκηναις U+05D0* (εν, ι improb U+05D0?) 18 νομω U+05D0 | τη ημερα] pr εν U+05D0* (om U+05D0? ) | εξοδιον] + κατα το κριμα U+05D0c.ᵃ⁽ᵐᵍ) A XIX 1 εικοστη και τεταρτη] τεlταρτη και ειπαδι| U+05D0 | Ισραηλ] pr ε U+05D0* + εν νηστια και εν σακκοιςl και εχωρισθησᾱ| οι υιοι Ισλ U+05D0* (om U+05D0?) 3 om και εστησαν U+05D0* (hab U+05D0c.ᵃ ᵐᵍ) | στασει] pr τη A | ουτων 2°, 3°] εαυτων U+05D0 | θεω] pr κω U+05D0c.a A)
καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευειτῶν Ἰησοῦς καὶ υἱοὶ [*](B) Καδμιήλ, Σαραβιὰ υἱὸς Ἀραβιά, καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν θεὸν αὐτῶν.