Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἴποσαν οἱ Λευεῖται Ἰησοῦς καὶ Καδμιήλ Ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου, καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει.

καὶ εἶπεν Ἔσρας Σὺ εἶ αὐτὸς Κύριος μόνος· σὺ ἐποίησας τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς, καὶ σὺ ζωοποιεῖς τὰ πάντα· καὶ σοὶ προσκυνοῦσιν αἱ στρατεῖαι τῶν οὐρανῶν.

σὺ εἶ ό θεός, σὺ ἐξελέξω ἐν Ἀβρὰμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων, καὶ ἐπέθηκας αὐτῷ ὄνομα Ἀβραάμ.

καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου, καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμορραίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ.

καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ, καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν.

καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ, ἐν Φαραὼ καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπʼ αὐτούς· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡ ἡμέρα αὕτη.

καὶ τὴν θάλασσαν ἔρηξας ἐνώπιον αὐτοῦ, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.

καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾖ πορεύσονται ἐν αὐτῇ.

καὶ ἐπὶ ὄρος Σεινὰ κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδαωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους [*](4 λευιτ. U+05D0A (item 5) | Σαραβια] Σαραδια U+05D0 Σαχανια A | Αραβια] Σαρα- U+05D0A βια U+05D0 Σαραβαια A + υιοι Χανανι U+05D0c.ᵃ A | om μεγαλη A | ουτων] εαυτων U+05D0 5 ειποσαν] ειπαν A | Αευειται] pr υιοι U+05D0* (ras U+05D0?) | ευλογειτε] pr και U+05D0 | Κυριον τον θεον] τον κν θν A | ημων] υμων U+05D0c.a | om και 3° BᵃᵇA | om εως του αιωνος A | om και 4° U+05D0* (ӄ superscr U+05D0c.a) | υψωσουσιν] υψους σου U+05D0c.a 6 κς αυτος U+05D0 | τον ουρανον] + και τον ουρανον U+05D0 | εν αυτη] την γην και U+05D0* (improb U+05D0c.a) | σοι Bᵃᵇ] ου B*U+05D0A | στρατιαι U+05D0A 7 συ ει ο θεος] συ ει κς ο θς U+05D0c.a ᵐᵍ (om U+05D0*) A | εν Αβραμ] εν Αβρααμ B*vid (ras 1 lit post ρ in Αβραμ B?) ενα| Αβρααμ U+05D0 | εν τη χωρα U+05D0* (ς superscr U+05D0c.a) | om αυτω U+05D0* 8 ευρας U+05D0 | και B°] δουναι U+05D0c.a 9 ιδες A | ταπεινωσιν] κακιαν U+05D0c.a ᵐᵍ | επι] ι sup ras Aᵃ 10 εδωκες A | om και τερατα U+05D0A | πασιν U+05D0 | om και εν παντι τω λαω της γης αυτου U+05D0* (hab U+05D0c.a ᵐᵍ sup) 11 ερρηξας BᵃᵇU+05D0A | αυ- του] αυτων U+05D0A | καταδιωκοντας A | ερειψας B* ερριψας BᵇU+05D0A 12 πυρος] + ωδηγησας U+05D0* (improb U+05D0?) 13 Σινα U+05D0A Σιναι U+05D0c.a | ευθεια U+05D0A)

200
[*](B) ἀληθείας, προστάγματα καὶ ἐντολὰς ἀγαθάς.

καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου.

καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτείαν αὐτῶν, καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν. καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφʼ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς.

καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου.

καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι, καὶ οὐκ ἀνεμνήσθησαν τῶν θαυμασίων σου ὦν ἐποίησας μετʼ αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ. καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτείρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐνκατέλιπες αὐτοὺς.

ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν Οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.

καὶ σὺ ἐν οἰκτειρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐνκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ· τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ.

καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς, καὶ τὸ μάννα σου οὐκ ἀφυστερήσας ἀπὸ στόματος αὐτῶν, καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν.

καὶ τεσσεράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ· οὐχ ὑστέρησας· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν.

καὶ ἔδωκας αὐτοῖς βασιλέας καὶ λαούς, καὶ ἐμέρισας αὐτοῖς, καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν καὶ τὴν Ὢγ βασιλέως τοῦ Βασάν.