Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τῷ Σαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ·

τῷ Ἐφράιμ Ὡσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωήλ ὁ τοῦ Φαλαδαιά·

τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῆ Γαλαὸβ Ἰαδδαὶ ὁ τοῦ Σαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ·

τῷ Δὰν Ἀζαραὴλ ὁ τοῦ Ἰωράμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.

καὶ οὐκ ἔλαβεν Δαυεὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι Κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ [*](6 Ααιβαζαθ] Αμιραζαθ A 7 Ἀβδειας] Ζαβδιας A 8 Σαλαωθ] A Σαμαωθ A | Εσραε] Ιεζραελ A 9 τω μηνι] om τω A | Οδουιας] Ειοα A ο του] υιος A | Θεκωιτης A (bis) | τεσσαρες κ. εικοσι] εικοσι κ. τεσσαρες A 10 Κεσλης] Κελλης A 11 ογδος A | om ο Ισαθει τω Ζαρια A 12 εξ pr ο A 13 Μεηρα] Μοοραι A | Ζαραι A 15 Χολδαι A | Νετωφατι A 16 των P.] τω P. A | Ζεχρι A | Μααχα A 17 Λευι A | Σαμουηλ] Καμουηλ A 18 Αμβρει) Αμαρι A | Μεισαηλ] Μιχαηλ A 19 τω Ζ. ras τ A | Αβδιου A | Nεφθαλι A | Ερειμωθ] Ιεριμουθ A | σρειηλ] Γιηλ A 20 Οζιου A | τω ημισυ A | Φαλαδαια] Φαλδιι A 21 τω ημισει] τη ημισει B | των εν τη Γ.] τω εν Γ. A | Ζαβδιου A | Ασειηρ] Ασιηλ A 22 Αζαραηλ] Εζριηλ A)

56
[*](B) ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.

καὶ Ἰωὰβ ὁ τοῦ Σαρουιὰ ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσεν· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυείδ.

καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ 2διήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωναθὰν ὁ τοῦ Οζειού.

ἐπ ὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρεὶ ὁ τοῦ Χοβούδ.

καὶ ἐπὶ τῶν χωρίων Σεμεεὶ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χαορίοις τοῦ οἴνου Ζαχρεὶ ὁ τοῦ Σεφνεί.

καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανᾶς ὁ Γεδωρείτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς.

καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλώσιν Σωρὰν ὁ τοῦ Αδαι.