Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ ἐπὶ δὲ τῶν ὄοων Ἰαδίας ὁ ἐκ Μεραθών.
καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως.
Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶἸεὴλ ὁ τοῦ Ἀχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως.
ʼΑχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Κουσεὶ ὁ πρῶιος φίλος τοῦ βασιλέως.
καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.
Καὶ ἐξεκκλησίασεν Δαυεὶδ πάντας τοὺς ἄρχοντας Ἰσραὴλ ἄρχοντας τῶν κριτῶν, καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως, καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων, καὶ τοὺς γαζοφύλακας, καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ, καὶ τοὺς δυνάστας, καὶ τοὺς μαχητὰς ἐν Ἰερουσαλήμ.
καὶ ἔστη Δαυεὶδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν Ἀκούσατέ μου, ἀδελφοὶ καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν, καὶ ἡτοί [*](A) [*](24 του Σαρουια] της Σ. A | Ισραηλ pr τον A 25 Αζμωθ A | Οζιου A Εσδρει) Εζραι A | Κοβουδ] Κελουβ A 27 Σεμει A | εκ Ραηλ] Ραμα- θαιος A | Ζαχρει] Ζαβδι A | Σεφνι A 28 πεδεινη B* (πεδινη BᵃᵇA) Βαλανας] Βαλλανα A | Γεδωρειτης] Γεδωρ A 29 Ασειδων] Σαρων A Ασαρταις] Σατραι A | Σαρωνιτης A | Σωραν] Σωφατ A 30 Ἀβιας] Ουβιας A | Ισμαηλιτης A | Μαραθων A 31 Ιαζειζ) Ιωσζιζ A | Γαρειτης] Αγαριτης A 32 συνετος] + και γραμματευς αυτος· A | Ιεηλ] Ιεριηλ A | Α χαμει] Α χαμανι A 33 Αχειτοφελ] και Αχιτοφελ A | Κουσι A | ο πρ.] om ο A 34 μετα τουτον] μετ αυτον A | Αχιτοφελ A | Ιωαδαε A XXVIII 1 τους αρχ. 2⁰] pr παντας A | εν Ιερ.] pr της στριας (sic) A 2 Δαυειδ] + ο βασιλευς A)
καὶ ἐξελέξατο Κύριος ὁ θεὸς Ἰσραὴλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα· καὶ ἐν Ἰούδᾳ ἡρέτικεν τὸ βασίλειον, καὶ ἐξ οἴκου Ἰούδα τὸν οἶκον τοῦ πατρός μου· ἐν ἐμοὶ ἠθέλησεν, τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ἰσραήλ.
καὶ ἀπὸ πάντων τῶν υἱῶν μου, ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι Κύριος, ἐξελέξατο ἐν Σαλωμὼν τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας Κυρίου ἐπὶ τὸν Ἰσραήλ.
καὶ εἶπέν μοι ὁ θεός Σαλωμὼν ὁ υἱός σου κληρονομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου, ὅτι ἡρέτικα ἐν αὐτῷ εἶναἰ μου υἱόν, κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα.
καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος, ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου κάὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη.