Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.
ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ εκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Κέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἰσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὰθ ἐκ γῆς ενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.
ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Κολδειὰ ὁ ἐκ Nετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά·
τῷ Λευεὶ Ἀσαβίας ὁ τοῦ Σαμουὴλ· τῷ Ἀαρὼν Σαδώκ·
τῷ Ἰούδα Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαῆλ·