Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν τὴν πᾶσαν ἔνκτησιν· τί δεῖ ποιῆσαί σοι ; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνά- μεως ; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.

καὶ εἶπεν Tt δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.

καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.

καὶ εἶπεν Ἐλεισαῖε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον, ὡς ἢ ὥρα ζῶσα, σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριε μου, μὴ διαψεύσῃ τὴν δούλην σου.