Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

κα εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδουὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἄγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός.

ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον, τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς . καὶ ἐκκλινεῖ ἐκεῖ.

καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.

καὶ εἶπεν πρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.