Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὤρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ἐλεισαῖε.

καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,

καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.

καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἔως μεσημβρίας, καὶ ἀπέθανεν.