Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ συνήγαγεν ἔτι Δαυεὶδ πάντα νεανίαν ἐξ Ἰσραὴς ὡς ἑβδομήκοντα χιλιάδας.

καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει, τοῦ ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ, ἐφ’ ἣν ἐπεκλήθη τὸ τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβεὶν ἐπ’ αὐτῆς.

ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν εἰς οἶκον Ἀμειναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ ὁ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμειναδὰβ ἦγαν τὴν ἅμαξαν

σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.

καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις, ἲς, ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.