Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυδὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ.

Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, κοὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ Κυρίου, καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς σιν αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος.

καὶ ἱστᾶι ἐν τῷ ἀκόῦσαί σε τὴν φωνὴν τοῦ συνκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμω τῶν ἀλλοφύλων.

καὶ ἐποίησεν Δαυεὶδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.