Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Ἐλεισομὰ καὶ Ἐπιδαὲ καὶ ἄν, Ἰεβαάρ, Ναγέδ, Νάφεκ, Ἰαναθά, Λεασαμύς, Βααλειμάθ, Ἐλειφάαθ.

Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται ἠλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυείδ· καὶ ἤκουσεν ΔΑυείδ, καὶ κατέβη εἰς τὴν περιοχήν.

καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.

καὶ ἠρώτησεν Δαυεὶδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυείδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

καὶ ἦλθεν Δαυεὶδ ἐκ τῶν ἐπάνω διακοπῶν ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυείδ Διέκοψεν Κύριος τοὺς [*](6 εισελευση BabA I om Δαυειδ 2° Α 7 Σείων] Σιων BbA 8 τὴν ψύχην] om τὴν Α 9 η πόλις ἀυτὴ Α 10 διεπορεύετο] ἐπορεύετο Α | Κυριος] + ο θςݲ Α 11 λίθων] + τοίχου Α 13 πάλλ’. καὶ γυναῖκας ς ult ras Λῆ Α | εἰς] ἐκ Α | ἔτι τὼ Δᾷδ’ Α 14 ΣΑμμουε Α | Σωβαβ] Σωβαδαν Α 15 Εβεαρ] Ιεβαρ Α | Ελισους Α | Ιεφιες] Αφιε Α 16 Ελισαμα Α | Επιδαε] Ελιδαε Α | Ελειφααθ °] Ελιφ. Α | om Σαμαε... Ελειφααθ °) Α 18 κοιλαδαν Α | Τειτανων B* αἴτ’. BbA item 22) 20 Α | Δᾷδ’ εἶπεν Α)

622
[*](Β) ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.