Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου γέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέ· κτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυείδ.

καὶ ἔγνω ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

Καὶ ἔλαβεν Δαυδὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Χεβρών· καὶ ἐγένοντο τῷ Δαυεὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Σαμμοῦς καὶ Σωβὰβ καὶ Ναθὰν καὶ Σαλωμών,

καὶ Ἐβεὰρ καὶ Ἐλεισοῦς καὶ Νάφεκ καὶ Ἰεφίες,