Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαεί Εἰ ὑγιαίνεις, ἀδελθέ ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαεὶ τοῦ καταφιλῆσαι αὐτόν.

καὶ Ἀμεσσαεὶ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χριρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ἰωὰβ καὶ Ἀβειςὰ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωζεν ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.

καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ἰωἀβ, καὶ τίς τοῦ Δαυεὶδ ὀπίσω Ἰωάβ;

καὶ Ἀμεσσαεὶ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέςῳ τῆς τρίβου, καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός · καὶ ἀπέστρεψαν τὸν Ἀμεσσαεὶ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπֹ’ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα.

ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοξῦ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.

καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχά, καὶ πάντες ἐν Χαρρεὶ καὶ ἐφεκκλησιάσθησαν · καὶ ἦλθεν κατόπισθεν αὐτοῦ.