Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ παρε- [*](Α) [*](6 Αβισαει Α |om συ Α | om μετα σεαυτου Α |εαυτω ευρη] ευρη αυτω Α 7 αυτου] +Αβεσ|σα B a (in mg et sup ras) Χελεθθει] Χερεθθει B ab vid (ρ superscr) Χορεθθει Α |εξηλθαν] ε|ξαν Α | Σαβεε] Αβεε Α 8 αυτοι] αυτω Α |τω εν Γαβ. ] των εν Γαβ. Α | om και αυτη εξηλθεν Α 9 om ει Α | αδελθε] + μου Αμεσσαει Α | om Ιωαβ 2° Α 10 εφυλατο Α * (ξα superscr A 1) εις 1° επι Α |ψοιαν Α |Αβισαει Α \εδιωξαν Α 11 om Ιωαβ 1° Α 12 Αμεσσαει 1°] Αβεσσαει Β Αμεσαι Α | ειδεν 1°] ιδεν Α |ανηρ] pr o A | ειστηκει Β * b] ιστ. B a A | επερριψαν Α 14 βηθμαχα Α | ηλθον Α)
καὶ ἐβόησεν γυνὴ σοξὴ ἐκ τοῦ τειχους καὶ κἶπεν Ἀκούσατε ἀκούσατε,
καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ\ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωάβ’ Ἀκούω ἐγώ εἰμι.
καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Λὰν εἰ ἐξέλιπον ἅ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρῶντες ἐπερωτήσουσιν ἔνα ἐν Ἀβὲλ καὶ οὕτως, εἰ ἐξέλιπον.
ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἵνα τί καταποντίζεις κληρονομέαν Κυρίου ;
καὶ ἀπεκρίθη Ἰωὰβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ·