Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ εἰσῆλθεν Δαυεὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ. καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοπῦ, ἃς ἀφῆκεν Φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ Φυλακῆς, [*](37 Χαμααμ] Χανααν Α (item 38, 40) 38 Xααμ Β* (Χαμααμ [μα Α superscr] B ab)| εκλεξη]εκδεξηται Α 40 ο βασιλεθς] πας 0 λαος Α 41 ειπαν Α 42 ο βασιλευς] +μου Α| ουτως ] τουτο Α| βρωσει] βρωσιν Α | εφαγομεν Α | εδωκεν ]δεδωκεν Α 43 om Ιουδα 20 Α ΧΧ 1 επικαλ. εκει Α | Σαβεε] Αβεε Α| Ειεμενει Α | τη κερατινη] pr εν Α | μερις ημιν Α 2 Ισραηλ]ανηρ Α | Ιερουσαλημ Ιηλμ Α? (Ιηλ Α* vid ) 3 παλλακιδας Α)
Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαςί Βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ πρὸς Ἀμεσσαεί Βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
καὶ ἐπορεύθη Ἀμεσσαεὶ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ.
καὶ εἶπεν ; Δαυεὶδ πρὸς Ἀβεισά Νῦν κακοποιήσει ἡμᾶς Σάβεε υἱὸς Βοχορεὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ Ἀβεσςὰ καὶ οἱ ἄνδρες ἰωὰβ καὶ ὁ Χελεθθεὶ καὶ ὁ Φελεθθεὶ καὶ πάντες οἱ δυνατοί, καὶ ἐξῆλθαν ἐξ Ἰερουσαλὴμ διῶξαι ὀπίσω Σάβεε υἱοῦ Βοχορεί.
καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ ἐν Γαβαών, καὶ Ἀμεσσαεὶ ἦλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζῆλθεν, καὶ αὐτὴ ἐξῆλθεν καὶ ἔπεσεν.