Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη. καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλεὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Καὶ διέβη ὁ βασιλεύς μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.

καὶ ἰδοῦ πᾶς ἀνήρ Ἰσρὴλ παρεγένοντο πρὸς τὸν βασιλέα, καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα, καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην, καὶ πάντες ἄνδρες Δαυεὶδ μετ’αὐτοῦ;

καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν διότι ἐγγίζει πρὸς μὲ ὁ βασιλεύς; καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτοτ; μὴ βρώσει ἐφάγαμεν μεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἦρεν ἡμῖν;43 καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα καὶ εἶπεν Δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυείδ εἰμι ὑπὲρ σέ. καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόμγος μου πρῶτός μοι τοῦ Ἰούδα, ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ. XX

XXυἱὸς Βοχορεί, ἀνὴρ ὁ Ἰεμενεί. καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμὶς ἐν Δαυεὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί.ἀνὴρ εἰς τὰ σκνώματά σου, Ἰσραήλ.

καὶ ἀνέβη πᾶς Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυεὶδ ὀπίσω Σάβεε υἱοῦ Βοχορεί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἰερουσαλήμ.